Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.192 Dem. 24.194 (English) >>Dem. 24.197

24.193ἐκείνους μὲν τοίνυν τοὺς νόμους τοὺς περὶ τῶν ἰδίων ἠπίως κεῖσθαι καὶ φιλανθρώπως ὑπὲρ τῶν πολλῶν ἐστιν· τούσδε δὲ τοὺς περὶ τῶν πρὸς τὸ δημόσιον τοὐναντίον ἰσχυρῶς καὶ χαλεπῶς ἔχειν ὑπὲρ ὑμῶν ἐστιν· οὕτω γὰρ ἂν ἥκισθʼ οἱ πολιτευόμενοι τοὺς πολλοὺς ὑμᾶς ἀδικοῖεν. ὅταν δὴ τούτῳ τῷ λόγῳ χρῆται, ἐπὶ ταῦτʼ ἀπαντᾶτε, ὅτι τοὺς νόμους οὐκ ἐκείνους τοὺς ὑπὲρ ὑμῶν πράους ποιεῖ, ἀλλὰ τούσδʼ οἳ τοῖς πολιτευομένοις φόβον παρέχουσιν.

24.194πολλὰ δʼ ἄν τις ἔχοι λέγειν, εἰ καθʼ ἕκαστον ὧν ἐρεῖ δεικνύναι βούλοιτο φενακισμοῦ καὶ παρακρούσεως εἵνεκα ῥηθησόμενα. ἀλλὰ τὰ μὲν πολλὰ παρήσω, κεφάλαιον δʼ ὑμῖν μνημονεύσετʼ ἐρῶ. σκοπεῖτʼ ἐν ἅπασι τοῖς λόγοις, ὁπόσους ἂν λέγῃ, εἴ τι δυνήσεται τοιοῦτον εἰπεῖν διʼ οὗ διδάξει ὡς ἔστι δίκαιον τὸν τιθέντα νόμον ταὐτὰ προστάξαι περὶ τῶν παρεληλυθότων καὶ τέλος ἐσχηκότων καὶ περὶ τῶν μελλόντων γενήσεσθαι· πάντων γὰρ ὄντων αἰσχρῶν καὶ δεινῶν τῶν γεγραμμένων ἐν τῷ νόμῳ, τοῦτο δεινότατον καὶ μάλιστα παράνομον γέγραπται. 24.195εἰ δὲ μήθʼ οὗτος μήτʼ ἄλλος μηδεὶς τοῦτο δυνήσεται δεῖξαι, εἰδέναι χρὴ σαφῶς φενακιζομένους, καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ἐκ τίνος ποτʼ ἐπῆλθε τούτῳ τοιαῦτα νομοθετεῖν. οὐ προῖκʼ, Τιμόκρατες, πόθεν; οὐδʼ ὀλίγου δεῖ, τοῦτον ἔθηκας τὸν νόμον· οὐδεμίαν γὰρ ἂν εἰπεῖν ἔχοις ἄλλην πρόφασιν διʼ ἣν τοιοῦτον ἐπήρθης εἰσενεγκεῖν νόμον, τὴν σαυτοῦ θεοῖς ἐχθρὰν αἰσχροκέρδειαν· οὔτε γὰρ συγγενὴς οὔτʼ οἰκεῖος οὔτʼ ἀναγκαῖος ἦν σοι τούτων οὐδείς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.192 Dem. 24.194 (English) >>Dem. 24.197

Powered by PhiloLogic